Pinakes | Πίνακες

Textes et manuscrits grecs

Lien :  | 

Remarque :

Ed. Von Soden p. 365 [176].

Equipe référente :

ParaTexBib

Détails Contenus :

Type Contenu Remarque
Textus Ἔστιν ὁ ἅγιος Λουκᾶς Ἀντιοχεὺς Σύρος τῷ γένει, ἰατρὸς τὴν τέχνην, μαθητὴς ἀποστόλων γενόμενος, καὶ ὕστερον Παύλῳ παρακοληθήσας μέχρις τοῦ μαρτυρίου αὐτοῦ· δουλεύσας τῷ κυρίῳ ἀπερισπάστως, ἀγύναιος, ἄτεκνος, ἐτῶν ὀγδοήκοντα τεσσάρων ἐκοιμήθη ἐν Θήβαις ἐν μητροπόλει τῆς Βοιωτίας πλήρης πνεύματος ἁγίου. Οὗτος, προϋπαρχόντων ἤδη εὐαγγελιῶν τοῦ μὲν κατὰ Ματθαῖον ἐν τῇ Ἰουδαίᾳ ἀναγραφέντος, τοῦ δὲ κατὰ Μᾶρκον ἐν τῇ Ἰταλίᾳ, οὗτος προτρεπτεὶς ὑπὸ πνεύματος ἁγίου ἐν τοῖς περὶ τὴν Ἀχαΐαν τὸ πᾶν τοῦτο συνεγράψατο εὐαγγέλιον, δηλῶν διὰ τοῦ προοιμίου τοῦτο αὐτὸ ὅτι πρὸ αὐτοῦ ἄλλα ἐστὶ γεγραμμένα καὶ ὅτι ἀναγκαῖον ἦν τοῖς ἐξ ἐθνῶν πιστοῖς τὴν ἀκριβῆ τῆς οἰκονομίας ἐκθέσθαι διήγησιν, ὑπὲρ τοῦ μὴ ταῖς ἰουδαϊκαῖς μυθολογίαις περισπᾶσθαι αὐτοὺς μήτε ταῖς αἱρετικαῖς καὶ κεναῖς φαντασίαις ἀπατωμένους ἀστοχῆσαι τῆς ἀληθείας, ὡς ἀναγκαιοτάτην οὖν οὖσαν εὐθὺς ἐν ἀρχῇ παρειλήφαμεν τὴν τοῦ Ἰωάννου γέννησιν, ὅς ἐστιν ἀρχὴ τοῦ εὐαγγελίου, καὶ τῇ τοῦ βαπτίσματος διαγωγῇ καὶ τῇ τοῦ πνεύματος κοινωνίᾳ. Ταύτης τῆς οἰκονομίας μέμνηται προφήτης ἐν τοῖς δώδεκα. Καὶ δὴ μετέπειτα ἔγραψεν ὁ αὐτὸς Λουκᾶς Πράξεις ἀποστόλων· ὕστερον δὲ Ἰωάννης, ὁ ἀπόστολος ἐκ τῶν δώδεκα, ἔγραψεν τὴν Ἀποκάλυψιν ἐν τῇ νήσῳ Πάτμῳ, καὶ μετὰ ταῦτα τὸ Εὐαγγέλιον.

Temoins (1) :

Pays Ville Dépôt Fonds Cote Folios Recension
ou partie
Auteur (Rôle) BHG Date lit. Siècle Date Commentaire Contenu Rev. Biblio.
United Kingdom Oxford Bodleian Library Rawlinson G. 003 (Misc. 141) 238 11 Initium tantum.
Incipit
εστιν ο Λουκας Συρος Αντιοχευς. ιατρος τη τεχνη μαθητης δε αποστολων γενομενος
Desinit
εκοιμηθη εν τη Βοιωτια πληρης πνευματος αγιου.