Titulus initialis |
Ἐπιστολὴ πρὸς τὸν Ἀγαλλιανὸν κύριον Ἀλέξιον τῆς μεγάλης ἐκκλησίας διάκονον. |
Allatius 1652 |
Incipit |
Ἰωάννης ταπεινὸς ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, διὰ δὲ τὸ ἀληθὲς τῶν Πατέρων δόγμα, τὴν ἐκ Πατρὸς δηλονότι δι’Υἱοῦ ἐκπόρευσιν τοῦ Πνεύματος τοῦ ἁγίου, τοῦ οἰκείου θρόνου ἀπελαθείς, καὶ τὴν ἕως θανάτου ἐξορίαν καὶ φυλακὴν καταδικασθεὶς Ἀλεξίῳ διακόνῳ ἀγαπητῷ κατὰ Πνεῦμα υἱῷ εὐλογίαν τὴν ἐν Χριστῷ, καὶ πατρικὸν ἀσπασμόν. |
Allatius 1652 |
Desinit |
Καὶ σὺ λοιπὸν ἐκ τῆς ἀναπαντήτου ταυτησὶ βεβαίως μαθὼν ἀποδείξεως, ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον λέγεσθαι, εἰς παράστασιν ἀκριβῆ τοῦ τῆς οὐσίας τοῦ Υἱοῦ ἴδιον αὐτὸ τυγχάνειν ἐκπόρευμα ἐκ πρώτου καὶ ἀρχικοῦ τοῦ Πατρὸς αἰτίου, δι’αὐτοῦ προχεόμενον τοῦ Υἱοῦ, τοὺς μὲν ἐπὶ τούτῳ ἀντιδικοῦντας οἰμώζειν ἔα, σὺ δὲ τῇ ἀληθείᾳ τοῦ δόγματος ἑδραζόμενος, ἔρρωσο. |
Allatius 1652 |