Textes et manuscrits grecs
Type | Contenu | Remarque |
---|---|---|
Textus | Νενευκότα με πρὸς χάρυβδιν κακίας Ἔγειρον, ἀνάστησον σῇ μεσιτείᾳ, Ἱερὸν ἀνάθημα, Βενιαμῖτα, Λευῖτ’ ὄρπηξ εὐφυές, στέλεχος θεῖον· Ὁ νοῦς ὁ πολύς, τῆς ἐκλογῆς τὸ σκεῦος· Ὑστατοπληρέστατε τέττιξ τοῦ Λόγου, Μορμολύκειον τῶν νεωτεροφρόνων, Ὄκιστ’ ὄπαζε τῆς ἀτοπίας λύσιν· Νέκυς γὰρ πέλω ὀδωδὼς ἐν σωρίῳ Ἄτοπα λυγρὰ λογισμῶν μισοθέων. Χωρεῖν λιταῖς σου πρυτάνευε ἀκέστωρ, Ὅφρα σαωθεὶς σὸν καὶ γένωμαι σκύλον, Ὕθλα μωμητὰ ἐκδραμὼν ἁμαρτίας. | Text aus DBBE (Dezember 2015) |