Textus |
Τάχα μὲν εἴποι τις τέσσαρας εἶναι τὰς γυναῖκας περὶ ὧν ἀνέγραψαν οἱ εὐαγγελισταί. Ἐγὼ δὲ μᾶλλον προστίθημι τῷ τρεῖς αὐτὰς εἶναι, καὶ μίαν μὲν περὶ ἧς ἀνέγραψε (ἀνέγραψαν Koe) Ματθαῖος καὶ Μᾶρκος <ὡς Kl> ἐν πολλοῖς ἄλλοις συνᾴδοντες τῆς εὐαγγελικῆς γραφῆς, ἑτέραν δὲ περὶ ἧς ὁ Λουκᾶς, διαφέρουσαν δέ τινα τῶν προειρημένων, περὶ ἧς ὁ Ἰωάννης· εἰ γὰρ καὶ ἐν Βηθανίᾳ ἀνέγραψαν τὰ κατὰ τὴν γυναῖκα γενόμενα, Ματθαῖος καὶ Μᾶρκος ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ διηγήσαντο τὰ περὶ τούτων ἀπηντηκέναι, Ἰωάννης δέ φησιν ὅτι «πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν» καὶ τὰ ἑξῆς. |
TLG |