Textes et manuscrits grecs
Type | Contenu | Remarque |
---|---|---|
Textus | Ἔσφυζον, εἶχον ἄσχετον πάλαι πόθον οὕς, πλάστα πάντων, οὐχ ὅλη χωρεῖ κτίσις λόγους χαράξαι σῶν μαθητῶν καὶ φίλων, ἐν παγκάλῳ δὴ καὶ διαυγεῖ πτυκτίῳ· ἔχειν τε τούτους φῶς, πνοήν, βίου κλέος. Ἔληξα τοῦ πόθου δὲ νῦν κατ᾽ ἀξίαν, ἔκτοσθεν, ἐντός, πανταχοῦ καλλωπίσας· καὶ τοῦτο προστέθεικα τῇ τεχνουργίᾳ. Ὡς ῥᾷστα γάρ τις πάντας εὕροι τοὺς τόπους ἐφ᾽ οὓς μετελθεῖν βούλεται πόνου δίχα ὡς εὐθείᾳ πρὶν στάθμῃ προσσχὼν ἐμπείρως τοῖς ἐν πίνακι προσφυῶς γεγραμμένοις. Ἀλλ᾽ ὦ βλύσας ἄβυσσον ἐνθέων λόγων, ὡς ἐκ κρήνης ῥεύσασαν σῶν μυστῶν γλώττης, ψυχὴν ἐμὴν ἄνικμον ἐν καιρῷ δίκης εἴης ποτίζων καινὸν ἄμβροτον πόμα, ὃ σοὺς μαθητὰς εἶπας ἐκπίνειν τότε. |
Pays | Ville | Dépôt | Fonds | Cote | Folios | Recension ou partie |
Auteur (Rôle) | BHG | Date lit. | Siècle | Date | Commentaire | Contenu | Rev. | Biblio. |
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
France | Paris | Bibliothèque nationale de France (BNF) | Grec | 0219 | 003v | 11 | Inc. et des. ut Type DBBE (Ian. 2021). |