Textus |
1 Κανόνια τῶν ἁγίων εὐαγγελίων, ἐν αἷς ὑποθέσεσι συμφωνοῦσιν οἱ τέσσαρες κατὰ τὸν ὑποτεθέντα ἀριθμὸν τῶν κεφαλαίων. ἐξ αὐτῶν πάλιν οἱ τρεῖς ὁμοφωνοῦσιν ἐν ἑτέροις κεφαλαίοις, ἀλλὰ καὶ δύο πάλιν χωρὶς ἐν ἑτέροις. ἰδίως δὲ καὶ κεχωρισμένως ἕκαστος πάλιν ἐν ἑτέροις κεφαλαίοις.
2 Εἰ γὰρ καὶ ὁ Ματθαῖος ἐν Ιουδαίᾳ τὸ εὐαγγέλιον ἔγραψεν, ὁ Λουκᾶς ἐν Ἀντιοχείᾳ, ὁ Μάρκος ἐν Ἀλεξανδρείᾳ, καὶ ὁ Ἰωάννης ἐν Πάτμῳ, καὶ οὐ κατὰ τοὺς αὐτοὺς καιρούς, ἀλλ᾽ ὅμως ἀνεμίμνησκεν αὐτοὺς ἃ ἤκουσαν καὶ εἶδον τὸ πνεῦμα τὸ ἅγιον.
3 Ἐγράφη δὲ τοῖς φιλομαθέσι ταῦτα, ἵνα τὸ φιλάληθον μάθῃς αὐτῶν. ἅμα δὲ ἵνα καὶ ἐπὶ τῶν ἑορτῶν καὶ ἐπὶ τῶν ἄλλων ὑποθέσεων πλάτος ἔχῃς ἀναγνωσμάτων εἰς τὰς αὐτὰς ὑποθέσεις, ἀλλὰ καὶ ἑωθινῶν καὶ προεορτίων καὶ μεθεόρτων. |
|