Textes et manuscrits grecs
Type | Contenu | Remarque |
---|---|---|
Textus | Ὁ Παῦλος ὁ ἄϋλος ἐκ τῶν πραγμάτων, Ἢ γραμμάτων πέφηνε τῇ διαστάσει. Τὸ π γὰρ αἴρων, τοῦτο γνώσῃ ῥᾳδίως. Μάλιστα προσχὼν οἷς βιοὺς ἦν καὶ γράφων. Ἢ Παῦλον αὐλὸν τοῦ Παρακλήτου λέγε. Ἆρον τὸ πρῶτον γράμμα, καὶ τόνον τέλει Ἐνθεὶς, διαγνῷς Πνεύματος τοῦτον λύραν, Ὡς ὄργανόν τε τῆς θεοῦ μουσουργίας. Ὡς δάκτυλος γὰρ τοῦτον ἡ θεία χάρις Περικροτοῦσα καὶ δονοῦσα τὴν κτίσιν, Εἵλκυσεν, ἐξήγειρε πρὸς εὐπιστίαν, Δι' ἧς τὸ σωσίκοσμον ἢχησε μέλος. Ἄπολλον ἔῤῥε, καὶ συνεῤῥέτω τρίπους. Ζήτω δὲ Παῦλος ἐκ πόλου λαλῶν τρίτου, Θέλγων, συνέλκων πάντας εἰς τριττὸν σέβας. Ἐπιστολῶν τούτου γὰρ ἂν δὶς ἑπτάδα Πιστῶς διέλθοις, ζῶντα καρδίας μέσον Τούτου διαγνῷς καὶ λαλοῦντα τὸν λόγον, Ὃς Χριστὸς ὁ ζῶν ἐστι τοῦ Πατρὸς Λόγος. Ἄκουε τοίνυν τῶν ἐπιστολῶν βάθη Ὕψη δὲ μᾶλλον συντομωτάτῳ λόγῳ. Επιστολὴν πρώτην δὲ πρὸς Ῥώμην γράφει, Ὡς οἷα πρώτην Χριστὸν εἰσδεδεγμένην. Τῇ δευτέρᾳ πλήττει δὲ τοὺς Κορινθίους, Ὡς πίστιν οὐ τηροῦντας ἠκριβωμένως. Πάλιν δὲ τούτοις τοὺς ὀνειδισμοὺς γράφει, Καὶ τὴν ἑαυτοῦ προστιθεὶς παρουσίαν. Τὴν δ' αῦ τετάρτην πρὸς Γαλάτας μὴ κόπους Αὐτῷ παρασχεῖν ἐγχαράττει, πρὸς πλάνην Ἰουδαϊστῶν, ἐκκυλισθέντας πάλιν. Πρὸς τοὺς Ἐφεσίους δὲ καὶ Ῥώμης, ἕνα Σκοπὸν τέθεικεν οἶα πιστοῖς ἐκ λόγων. Τοῦτον γὰρ ἦσαν οὐδαμῶς δεδορκότες.4 Ἕκτην Φιλίππων τοῖς κατοίκοις ἐγγράφει, Πλείους ἐπαίνους τῶν Κορινθίων πλέκων, Καύχημα τούτου καὶ στέφανον δεικνύων. Εἰς ἑβδόμην δὲ τοῖς Κολοσσαῖς μηνύει, Ὡς εὐσεβοῦσι πᾶσαν ἐκφεύγειν πλάνην Καὶ νουθετεῖν ἔγραψεν Ἀρχίππῳ πλέον. Πρὸς Θετταλοὺς δὲ δὶς γράφων, εὐφημίας Λόγους ἔγραψεν ὥς τι καὶ πεπονθότας Ἐκ συγγενῶν, καθώς περ ἐν Σιών τινες. Πάλιν δὲ τούτοις ἦν γράφων εὐθυμίας, Καὶ καρτερεῖν τε συμφορῶν ἀθυμίαις. Οἴς καὶ σοφὤς ἔλεξεν αἰῶνος τέλος. Ἑξῆς ἔγραψε τὴν πρὸς Ἑβραίους μίαν, Φαίνων ἀμειψιν πίστεως ἐκ τῶν λόγων, Φωνὰς προφητῶν πρόσθεσίν τε τῶν ὄχλων. Ἡ πρὸς Τιμόθεον δὲ πρώτη, τὸν τρόπον Ἀρχῆς διδάσκει καὶ τύπους Ἐκκλησίας. Τὴν ταξιν αὐτὴν καὶ διδάσκεσθαι πόθῳ. Αἰνεῖ δὲ τοῦτον ἡ δὶς ἔξ, καὶ δεικνύει Τὴν πίστιν ἐκ μάμμης τε καὶ μητρος φέρειν, Ψέγει δὲ λοιποὺς, οὐ τὸν Ὀνησιφόρον. Τιμοθέῳ δηλοῖ δὲ φεύφειν πᾶν ῥέον, Καὶ τὴν ἑαυτοῦ νῦν τελευτὴν μηνύει. Τὰς αἰρέσεις φῆναι δε καὶ μὴ θαυμάσειν Γράψας πρὸς αὐτὸν τοῦ πορευθῆναι τάχος. Τὸ σπένδομαι γὰρ δεῖγμα τρανὸν τοῦ τέλους. Ἑξῆς δὲ Τίτῳ κληρικῶν καταστάσεις. Καὶ θεσμὸν ἐκοίθησι τῆς ἐκκλησίας. Δέδεκτο καὶ Φιλήμων τὴν δὶς ἑπτάδα, Τὸν δοῦλον Ὀνήσιμον εἰς ἐλευθέρων Ἐλθόντα τάξιν καὶ μεμαρτυρηκότα, Σκελῶν τε θλάσιν ὡς κεκαρτερηκότα Ῥώμης ἐπ' αὐτῆς ἐν χρόνοις τοῦ Τερτύλου: Ἐν τοῖς χρόνοις δὲ Καίσαρος Τιβερίου, Ὥν ἦν ἀριθμὸς ἑπτὰ σὺν δὶς ἑξάδι Παῦλος διδάσκειν ἤρκτο τοῦ κηρύγματος, Ἕως Κλαυδίου τῶν χρόνων τρεῖς καὶ δέκα, Ὅ0' ἡγεμὼν ἦν τῆς Ἰουδαίας Φήλιξ. ᾿Υφ' οὗ καθείρχθη Παῦλος ἐν δυσὶ χρόνοις Ἐν Καισαρείᾳ. Καὶ πάλιν τῷ Πορκίῳ Φήστῳ παραστὰς τοῦς ἐτασμοὺς ἦν φέρων. Καὶ μηχανᾶται τοῦτον ἐκπεφευγέναι, Ζητῶν ἀπελθεῖν ἔνθα Καῖσαρ τυγχάνει. Καὶ στέλλεται τάχιστα πρὸς Ῥώμην πόλιν, Ἥν ὁ βδελυκτὸς Καίσαρ ἐστρόβει Νέρων Συνῆν δὲ Παύλῳ συγγραφεὺς τῶν Πράξεων Λουκᾶς, Ἀρισταρχός τε σὺν προθυμίᾳ. Τούτου μέχρι γράφει δέ. Παῦλος γὰρ δύο Χρόνους καθεῖρκτο καὶ πέπαυτο τοῦ γράφειν. Καὶ Λουκᾶς αὐτὸν ἐκλέλοιπεν αὐτίκα Σὺν Ἀριστάρχῳ, καὶ διῆγεν, φεῦ, μόνος. Ἐξῆς γράφει Παύλου δὲ πᾶν ἀθλημάτων Εὐσέβιος κάλλιστα καὶ δρόμου χρόνου. Καὶ πῶς ἄδειαν ἐκ Νέρωνος ἦν ἔχων. Καὶ πῶς διδάσκων ἦν χρόνοις μέτρῳ δέκα. Ἔκστηθι τὴν Νέρωνος ὡμὴν καρδίαν. Ὅς οὐ μόνον δέδεικτο, φεῦ, μητροκτόνος, Ἀλλ' οὗν μανεὶς ἀνεῖλεν Ὀκταυΐαν Τούτου βοηθὸν, συγγενεῖς τε μυρίους, Ἔπειτα κ' αὐτοὺς τοὺς μαθητὰς Κυρίου Ὡμῶς ἀναιρεῖν ἦρκτο θηριωδίᾳ. ῼ καὶ προσήχθη Παῦλος, ἦν δ' ἔχων πάλιν Λουκὰν αὐτῷ, καὶ νενέκρωται ξίφεῖ, Ὁ ζῶν ἀεί τε καὶ λαλῶν καθημέραν. Νέρωνος ὴν δὲ τρεῖς τε καὶ δέκα χρόνος. Ἐκ τοῦ πάθους τοῦ Κυρίου χρόνων δέκα Τρισσουμένων ἦν ὁ δρόμος σὺν ἑξάδι. | Text aus DBBE, Mai 2015 |
Pays | Ville | Dépôt | Fonds | Cote | Folios | Recension ou partie |
Auteur (Rôle) | BHG | Date lit. | Siècle | Date | Commentaire | Contenu | Rev. | Biblio. |
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
France | Paris | Bibliothèque nationale de France (BNF) | Grec | 0224 | 001 a-b | 12 (1/2) | Inc. ut Type DBBE (sept. 2020). |
|