Textes et manuscrits grecs
Type | Contenu | Remarque |
---|---|---|
Textus | Ἔδει μὲν ἴσως τῇ παναχράντῳ Κόρῃ, τῇ παρθένῳ καὶ σῶμα καὶ τὴν καρδίαν, τῇ τῶν Χερουβὶμ καὶ Σεραφὶμ κυρίᾳ, τῇ τῶν ἁγίων ἁγιωτέρᾳ νόων ἀξίαν ἀντίχαριν ἀποτιννύειν ὑπὲρ τοσαύτης εὐμενοῦς εὐσπλαγχνίας, καὶ τῆς ἀφράστου πρὸς Χριστὸν παρρησίας, τὸν Υἱὸν αὐτῆς καὶ Θεὸν καὶ Δεσπότην, ὑπὲρ ἀγάπης τῆς βροτῶν σωτηρίας ἣν καθ’ ἑκάστην δεικνύει Χριστωνύμοις, οἷα μόνη σώζουσα καὶ λυτρουμένη τούτοις ἁπάσης τῶν ἐναντίων βλάβης. Ἔδει προσάξαι πλὴν μετ’ εὐνοίας ὅσης βασιλικὸν τὸ δῶρον ὡς Βασιλίδι ἀνθ’ ὧν παρ’ αὐτῆς ἀπέλαυον χαρίτων, ἀνθ’ ὧν μυρίων ἐκλυτροῦμαι κινδύνων τῇ συμμαχίᾳ καὶ κραταιᾷ δυνάμει τῆς πανσθενουργοῦ καὶ πανυμνήτου Κόρης˙ ἀλλὰ τίς ἰσχύσειεν οὕτως ἀξίως τὸ κοσμολαμπὲς δεξιώσασθαι φάος, τὴν τῶν ἁπάντων ὑπερηρμένην νόων; Ἐφ’ ᾧπερ ὡς ἔχοιμι πλὴν μετὰ δέους, μετὰ δακρύων καὶ καθαρᾶς καρδίας, μεθ’ ὧνπερ ηὐπόρησα πέπλων χρυσέων καὶ τὴν ἱερὰν τήνδε βίβλον προσφέρω τῷ σεβασμίῳ τῆς παναχράντου δόμῳ. Χώραν καλοῦν εἴωθεν ἅπας τὸν δόμον˙ αὐτῆς συνάρσει τῆσδ’ ἐπὶ γῆς τῆς ξένης ταύτην τυχοῦσα σὺν ἀκοσμίᾳ τόσῃ, εἰ καὶ λίθων ἦν ἔνδοθεν σὺν μαργάροις ὥσπερ διαυγὴς στιλπνότης ἢ χρυσίου τὰς ἡλιακὰς ἀκτῖνας ὑπερβάλλον οἱ Κυριακοὶ χρύσεοι θεῖοι λόγοι, δι’ ὧν πᾶσα γέγηθε πιστῶν καρδία, δι’ ὧν κόσμος σέσωστο Σατὰν τῆς πλάνης, πλὴν ἄλλα κοσμήσασα ταύτη σὺν πόθῳ καθώσπερ εἶχον ἐκ χρυσοῦ σὺν ἀργύρῳ, ἐκ χρυσουφοῦς κοκκινοχρόου πέπλου, ἐκ καρδιακοῦ τοῦ πόθου Σοὶ προσφέρω, Δέσποινα Μῆτερ τοῦ Θεανθρώπου Λόγου, Μαρία λάτρις οἰκέτις Σοῦ γνησία Παλαιολόγων ἐκ γένους κατηγμένη, ἡ τῆς Ἑῴας βασιλὶς τῆς ἁπάσης. Ἀλλ’ εὐμενῶς μοι, παμβασιλίς, προσέχου ἃ Σοὶ προσάγω σὺν ζεούσῃ καρδίᾳ, εἰ καὶ τέως πέφυκεν οὐ κατ’ ἀξίαν, καὶ πρὸς μονὰς σκήνου με τὰς οὐρανίους, πρὸς τὴν ἀγήρω τῆς Ἐδὲμ κατοικίαν. | Text aus DBBE (Mai 2016) |
Pays | Ville | Dépôt | Fonds | Cote | Folios | Recension ou partie |
Auteur (Rôle) | BHG | Date lit. | Siècle | Date | Commentaire | Contenu | Rev. | Biblio. |
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
Bălgarija | Sofiâ | Център за славяно-византийски проучвания "Проф. Иван Дуйчев" (ЦСВП) | Д. гр. | 177 | 246-246v | 13 ex.-14 in. |
|