Textes et manuscrits grecs
Type | Contenu | Remarque |
---|---|---|
Textus | Ὁ τοῦ πατρὸς σύμμορφος ἀτρεκὴς Λόγος καὶ τοῦ θεουργοῦ πνεύματος δεδειγμένος Χριστὸς προέγνω καὶ σὲ μειζόνως ἄναξ κράτιστον ὄντα καὶ σοφὸν βουληφόρον, πρᾶον, προσηνῆ καὶ λόγῳ καὶ τῷ τρόπῳ, ὡς πιστὸν ὀρθόδοξον, εὐγενῆ κλάδον ἐκ χρυσοειδῶν ἀνθέων τεθηλότα καὶ σοὶ δέδωκε τὸ στέφος τῆς πορφύρας καὶ τὸ κράτος παρέσχε τῆς ἐξουσίας˙ μόνον κρατοῦντα τῆς ὅλης ὑφηλίου εἰς εὐτυχὲς δώρημα τῶν ὑπηκόων, εἰς λύτρον, εἰς ἔγερσιν, εἰς σωτηρίαν, ὃν ἡ πάναγνος καὶ θεηδόχος κόρη μητροπρεπῶς μάλιστα θ' ἱλεουμένη φρουροῦσα σώζει καὶ σοφοῖ τὸν δεσπότην καὶ σκῆπτρον ἐντίθησι τῆς ἁλουργίδος καὶ ταῖς λιταῖς κρατοῦσα πάσης ἐκ βλάβης ἐχθροὺς τροποῦται παγγενεῖς τοὺς τῆς Ἄγαρ˙ | Text aus DBBE (Januar 2017) |
Pays | Ville | Dépôt | Fonds | Cote | Folios | Recension ou partie |
Auteur (Rôle) | BHG | Date lit. | Siècle | Date | Commentaire | Contenu | Rev. | Biblio. |
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
Hellas | Hagion Oros | Μονή Μεγίστης Λαύρας | Mss. | Α 023 (Eustratiades 0023) | 008v | 10 | inc. et des. = ed. |
|