Textes et manuscrits grecs
Type | Contenu | Remarque |
---|---|---|
Textus | Πρόσταγμα πεπλήρωκα τοῦ θεοῦ λόγου· σὺ δ’ ὦ λατρευτὰ τῆς τριφεγγοῦς οὐσίας, θύτα καθαρὲ καὶ θεοῦ παραστάτα, εὐχαῖς ἀμείβου τῆς γραφῆς τὸν ἐργάτην. Ὅταν τελῇς δὲ τὴν ἀκραιφνῆ θυσίαν, προσπίπτει θερμὸς ἐκδυσωπῶν τὸν λόγον, τῶν ψυχικῶν λαβεῖν με λύτρον πταισμάτων, ἀρρωστίων δὲ τῆς τινακτρείας ζάλην καὶ κυμάτων δὴ καὶ ταραχῆς καὶ κλόνου καὶ δαιμονικῶν σκανδάλων μακρὰν φανεῖναι τῇ θεοῦ συνεργίᾳ· ταύτην δίδοι μοι τὴν ἀμοιβὴν τοῦ κόπου. Χεὶρ μὲν ἡ γράψασα ταυτὴν τὴν δέλτον ἦν ὡς ἔτων κʹ, καὶ αὕτη μέλλειν ἐν τῇ γῇ βεβληκέναι· ἡ γὰρ αὕτη ἡ δέλτος μείνῃ εἰς τὸν αἰῶνα. Ποῖος καὶ τίς δὲ ὁ ποιήσας τὴν δέλτον θεὸς γὰρ οἶδεν, ὁ ἐρευνῶν καρδίας. τίθεται νῦν δὲ τὴν δέλτον ταύτην εἰς μικρὴν (μικρὰν) λύσιν τῶν αὐτοῦ ἐγκλημάτων. Καὶ οὐ μόνον τῶν αὐτοῦ, ἀλλὰ καὶ πᾶσι τῶν δι’ αὐτοῦ κοπιόντων ἐν τῷ καιρῷ τῆς δἐλτου ταύτης. |
Pays | Ville | Dépôt | Fonds | Cote | Folios | Recension ou partie |
Auteur (Rôle) | BHG | Date lit. | Siècle | Date | Commentaire | Contenu | Rev. | Biblio. |
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
Hellas | Hagion Oros | Μονή Βατοπεδίου | Mss. | 0896 | 157-157v | 13 | 1263.02.16 | Colophon in pluribus partibus sine separatione, alterae uersibus, alterae prosa oratione, cf. infra. |
|